TLG 1907 003 :: CRATIPPUS :: Fragmenta

CRATIPPUS Hist.
(Atheniensis: 1 B.C.?)

Cf. et HELLENICA (0558)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 75–77.

Frr. 1–3

Citation: Fragment — (line)

1

Etenim Plutarchus Vit. Orat. II, 1: Μετὰ δὲ ταῦτα αἰτιαθεὶς (Ἀνδοκίδης) ἀσεβεῖν, ὡς καὶ αὐτὸς
τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρ‐ τὼν μυστήρια * διὰ τὸ πρότερον ἀκόλαστον ὄντα, νύ‐75
5κτωρ κωμάσαντα, θραῦσαί τι τῶν ἀγαλμάτων τοῦ θεοῦ, καὶ εἰσαγγελθέντα, ἐπειδὴ οὐκ ἠβουλήθη, ὃν ἐξῄτουν οἱ κατήγοροι, δοῦλον ἐκδοῦναι, διαβληθῆναι, καὶ πρὸς τὴν αἰτίαν τῆς δευτέρας γραφῆς ὕποπτον γενέσθαι· ἣν μετ’ οὐ πολὺν χρόνον τοῦ ἐπὶ Σικελίαν στόλου συνέβη γενέ‐
10σθαι. Κορινθίων εἰσπεμψάντων ** Λεοντίνους τε καὶ Αἰγεσταίους ἄνδρας ἰδίᾳ, μελλόντων βοηθεῖν αὐτοῖς τῶν Ἀθηναίων, νύκτωρ τοὺς περὶ τὴν ἀγορὰν Ἑρμᾶς περιέκοψαν, ὡς Κράτιππός φησι τρος ἁμαρτὼν μυ‐ στήρια κριθεὶς ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν
15τοὺς ἀδικοῦντας.

2

Dionys. Halic. De Thuc. c. 16: Πολλὰ καὶ ἄλλα τις ἂν εὕροι δι’ ὅλης τῆς ἱστορίας ἢ τῆς ἄκρας ἐξεργα‐ σίας τετυχηκότα καὶ μήτε πρόσθεσιν δεχόμενα μήτ’ ἀφαίρεσιν, ἢ ῥᾳθύμως ἐπιτετροχασμένα καὶ οὐδὲ τὴν
5ἐλαχίστην ἔμφασιν ἔχοντα τῆς δεινότητος ἐκείνης, μά‐ λιστα δ’ ἐν ταῖς δημηγορίαις καὶ ἐν τοῖς διαλόγοις καὶ ἐν ταῖς ἄλλαις ῥητορείαις. Ὧν προνοούμενος ἔοικεν ἀτελῆ τὴν ἱστορίαν καταλιπεῖν, ὡς καὶ Κράτιππος ὁ συνακμάσας αὐτῷ καὶ τὰ παραλειφθέντα ὑπ’ αὐτοῦ
10συναγαγὼν γέγραφεν, οὐ μόνον ταῖς πράξεσιν αὐτὰς ἐμποδὼν γεγενῆσθαι λέγων, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ὀχληρὰς εἶναι. Τοῦτό γέ τοι συνέντα αὐτὸν ἐν τοῖς τε‐ λευταίοις τῆς ἱστορίας φησὶ μηδεμίαν τάξαι ῥητορείαν, πολλῶν μὲν κατὰ τὴν Ἰωνίαν γενομένων, πολλῶν δ’
15ἐν ταῖς Ἀθήναις, ὅσα διὰ λόγων καὶ δημηγοριῶν ἐπράχθη. Εἴ γέ τοι τὴν πρώτην καὶ τὴν ὀγδόην βίβλον ἀντιπαρεξετάζοι τις ἀλλήλαις, οὔτε τῆς αὐτῆς ἂν προαι‐ ρέσεως δόξειεν ἀμφοτέρας ὑπάρχειν οὔτε τῆς αὐτῆς δυνάμεως. Ἡ μὲν γὰρ, ὀλίγα πράγματα καὶ μικρὰ
20περιέχουσα, πληθύει τῶν ῥητορειῶν, ἡ δὲ, περὶ πολ‐ λὰς καὶ μεγάλας συνταχθεῖσα πράξεις, δημηγορικῶν
σπανίζει λόγων.76

3

Marcellin. Vit. Thuc. c. 46: Οἱ μὲν οὖν αὐτὸν ἐκεῖ λέγουσιν ἀποθανεῖν ἔνθα καὶ διέτριβε φυγὰς ὤν ... Δίδυμος δ’ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ· τοῦτο δέ φησι Ζώπυρον ἱστορεῖν· τοὺς γὰρ
5Ἀθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίᾳ· ἥκοντα οὖν αὐτὸν ἀποθανεῖν βίᾳ, καὶ τεθῆναι ἐν τοῖς Κιμω‐ νείοις μνήμασιν. Καὶ καταγινώσκειν εὐήθειαν ἔφη τῶν νομιζόντων αὐτὸν ἐκτὸς μὲν τετελευτηκέναι, ἐπὶ γῆς
10δὲ τῆς Ἀττικῆς τεθάφθαι· ἢ γὰρ οὐκ ἂν ἐτέθη ἐν τοῖς πατρῴοις μνήμασιν, ἢ κλέβδην τεθεὶς οὐκ ἂν ἔτυχεν οὔτε στήλης οὔτε ἐπιγράμματος, ἣ τῷ τάφῳ προσκει‐ μένη τοῦ συγγραφέως μηνύει τοὔνομα· ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος
15λέγει καὶ Δημήτριος ἐν τοῖς Ἄρχουσιν. Ἐγὼ δὲ Ζώπυρον ληρεῖν νομίζω λέγοντα τοῦτον ἐν Θρᾴκῃ τετετλευτηκέναι, κἂν ἀληθεύειν νομίζῃ Κράτιππος
αὐτόν.77